ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ
ΝΟΜΙΚΗ ΥΠΗΡΕΣΙΑ

ΙΕΡΟΙ ΚΑΝΟΝΕΣ
Αριθμός Κανόνα : ριβ΄
Προέλευση : της εν Καρθαγένη συνόδου



Ὁμοίως ὁστισδήποτε εἴποι τὴν αὐτὴν χάριν τοῦ Θεοῦ, τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τοῦτο μόνον ἡμῖν βοηθεῖν, πρὸς τὸ μὴ ἁμαρτάνειν ὅτι δι' αὐτῆς ἡμῖν ἀποκαλύπτεται καὶ φανεροῦται ἡ γνῶσις τῶν ἁμαρτημάτων, ὥστε γινώσκειν ἅ δεῖ ἐπιζητεῖν καὶ ἃ δεῖ ἐκκλίνειν, οὐ μὴν δι' αὐτῆς ἡμῖν παρέχεται, ἵνα ὅπερ γνῶμεν ποιητέον καὶ ποιῆσαι ἔτι μὴν ἀγαπήσωμεν καὶ ἰσχύσωμεν, ἀνάθεμα εἴη. Τοῦ γὰρ ἀποστόλου λέγοντος, ὅτι ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οίκοδομεῖ, ἀσεβὲς πάνυ πιστεύειν πρὸς μὲν τὸ φυσιοῦν ἡμᾶς ἔχειν τὴν χάριν τοῦ Χριστοῦ, πρὸς δὲ τὸ οἰκοδομεῖν μὴ ἔχειν· ὁπόταν ἑκάτερον δῶρόν ἐστι τοῦ Θεοῦ, καὶ τὸ εἰδέναι τί ποιεῖν δεῖ καὶ τὸ ἀγαπᾶν ὃ δεῖ ποιεῖν, ἵνα τῆς ἀγάπης οἰκοδομούσης ἡ γνῶσις φυσιοῦν μὴ δυνηθῇ, ὥσπερ γὰρ ἐκ Θεοῦ γέγραπται· Ὁ διδάσκων ἄνθρωπον γνῶσιν, οὕτως ἔτι μὴν γέγραπται· Ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστίν.
Copyright © - Web Site by WeC.O.M.