ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ
ΝΟΜΙΚΗ ΥΠΗΡΕΣΙΑ

ΙΕΡΟΙ ΚΑΝΟΝΕΣ
Αριθμός Κανόνα : ξς΄
Προέλευση : Πενθέκτης/Εν Τρούλλω Οικ. Συνόδου



Τὴν διακαινήσιμον ἑβδομάδα σχολάζειν ἐν ταῖς ἐκκλησίαις.
Ἀπὸ τῆς ἁγίας ἀναστασίμου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἡμέρας, μέχρι τῆς καινῆς Κυριακῆς, τὴν ὅλην ἑβδομάδα ἐν ταῖς ἁγίαις ἐκκλησίαις σχολάζειν δεῖ ἀπαραλείπτως τοὺς πιστοὺς ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, εὐφραινομένους ἐν Χριστῷ, καὶ ἑορτάζοντας, καὶ τῇ τῶν θείων Γραφῶν ἀναγνώσει προσέχοντας αἱ τῶν ἁγίων μυστηρίων κατατρυφῶντας. Ἐσόμεθα γὰρ οὕτω Χριστῷ συνανιστάμενοί τε, καὶ συνανυψούμενοι. Μηδαμῶς οὖν ἐν ταῖς προκειμέναις ἡμέραις ἱπποδρόμια, ἤ ἑτέρα δημώδης θέα ἐπιτελείσθω.
Copyright © - Web Site by WeC.O.M.