ΝΟΜΟΛΟΓΙΑ
ΝΟΜΟΛΟΓΙΑΚΑ ΝΕΑ
ΝΟΜΟΘΕΣΙΑ
ΑΡΘΡΟΓΡΑΦΙΑ
ΓΝΩΜΟΔΟΤΗΣΕΙΣ
ΙΕΡΟΙ ΚΑΝΟΝΕΣ
ΝΟΜΟΘΕΤΙΚΑ ΝΕΑ
ΑΝΑΚΟΙΝΩΣΕΙΣ Ν.Υ. ΙΕΡΑΣ ΣΥΝΟΔΟΥ
ΕΠΙΚΟΙΝΩΝΙΑ
ΑΡΧΙΚΗ ΣΕΛΙΔΑ
 
ή δοκιμάστε την προηγμένη αναζήτηση 

Αναλυτική Αναζήτηση
Χρησιμοποιήστε την αναλυτική αναζήτηση με φίλτρα για καλύτερα στοχευμένα αποτελέσματα
ΙΕΡΟΙ ΚΑΝΟΝΕΣ
Αριθμός Κανόνα : ς΄
Προέλευση : Γρηγορίου Νύσσης Επιστολή Κανονική προς Λητόϊον Μελιτήνης



Τὸ δὲ ἕτερον εἶδος τῆς εἰδωλολατρίας, οὕτω γὰρ ὀνομάζει τὴν πλεονεξίαν ὁ θεῖος ἀπόστολος, οὐκ οἶδ' ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν παρώφθη, καίτοι γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τριττῆς ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ ὁ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος. Καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ρεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀπορρέουσα. Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμβάνει. Καί, τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας ὅρῳ. Ὁ γὰρ θεῖος ἀπόστολος, οὐ μόνον αὐτὴν εἰδωλολατρίαν, ἀλλὰ καὶ ρίζαν πάντων τῶν κακῶν ἀπεφήνατο. Καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπίσκεπτόν τε καὶ ἀτημέλητον, διὸ καὶ πλεονάζει κατὰ τὰς ἐκκλησίας τὸ τοιοῦτον ἀρρώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρίας κατεμιάνθησαν. ᾽Αλλὰ περὶ μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατράσιν ἡμῶν, ἀρκεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ θεραπεύειν, ὥσπερ τινὰ πάθη πληθωρικὰ τὰς πλεονεκτικὰς ἀρρωστίας διὰ τοῦ λόγου καθαίροντες. Μόνην δὲ τὴν κλοπὴν καὶ τὴν τυμβωρυχίαν καὶ τὴν ἱεροσυλίαν πάθη νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παράδοσιν ἡμῖν περὶ τούτων γενέσθαι, καίτοι γε παρὰ τῆς θείας Γραφῆς καὶ ὁ πλεονασμὸς καὶ ὁ τόκος τῶν ἀπειρημένων ἐστί, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ ἰδίᾳ κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κἂν ἐν προσχήματι πραγματείας τὸ τοιοῦτον τύχῃ γινόμενον.
Ἐπειδὴ τοίνυν τὸ καθ' ἡμᾶς εἰς ἐξουσίαν κανόνων οὐκ ἀξιόπιστον, τὴν ἐπὶ τῶν ὁμολογουμένως ἀπηγορευμένων κακονικὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν. Διῄρηται δὲ ἡ κλοπὴ εἴς τε λῃστείαν καὶ εἰς τοιχωρυχίαν· καὶ εἷς μὲν ἐπ' ἀμφοτέρων σκοπός, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις, πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ὁ μὲν γὰρ λῃστὴς καὶ τὴν μιαιοφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παραλαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος καὶ ὅπλοις καὶ πολυχειρία καὶ τοῖς ἐπικαίροις τῶν τόπων, ὥστε τὸν τοιοῦτον τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγεσθαι, διὰ μεταμελείας πρός τήν Ἐκκλησίαν τοῦ Θεοῦ ἐπαναγάγοι!
Ὁ δὲ δι' ὑφαιρέσεως λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι' ἐξαγορεύσεως τὸ πλημμέλημα ἑαυτοῦ τῶ ἱερεῖ φανερώσας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδῇ θεραπεύσει τὴν ἀρρωστίαν. Λέγω δέ, διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα, τῷ προέσθαι ἃ ἔχει, φανερὸς γένηται καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ καὶ μηδὲν ἔχοι, μόνον δὲ τὸ σῶμα ἔχοι, κελεύει ὁ ἀπόστολος, διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιάσασθαι πάθος, ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
για τον "ΒΑΛΣΑΜΩΝ" συνδέσεις επικοινωνία συχνές ερωτήσεις όροι χρήσης Copyright © - Web Site by WeC.O.M.